ἰοὺ ἰού·ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον·ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ·οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα,ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίαςἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεταιἐν πέντε σισύραις ἐγκεκορδυλημένος.ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενοςὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶνδιὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχωνἱππάζεταί τε καὶ ξυνωρικεύεταιὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαιὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼνὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκουἐνεχυράσεσθαί φασιν.ἐτεὸν ὦ πάτερτί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι