φέρε δὴ πότερος λέξει πρότερος;τούτῳ δώσω·κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃῥηματίοισιν καινοῖς αὐτὸνκαὶ διανοίαις κατατοξεύσω.τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼκεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶνὑπὸ τῶν γνωμῶν ἀπολεῖται.νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισιλόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι·εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦτοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα,ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν,οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαιτοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαιεἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστετοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴναὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστακαὶ Κηκείδου καὶ Βουφονίων.