ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.†εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶτῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουνἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθηνἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησατοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστονψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;καίτοι τίς ἀνδρειότερος ἦν;ταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα,ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντωνπλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ.εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίειτὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲνοὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω.ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδηἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών.πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰεἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.