αἰβοῖ τουτὶ καὶ δὴχωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.τυφογέρων εἶ κἀνάρμοστος.καταπύγων εἶ κἀναίσχυντος.ῥόδα μʼ εἴρηκας.καὶ βωμολόχος.κρίνεσι στεφανοῖς.καὶ πατραλοίας.χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.θρασὺς εἶ πολλοῦ.σὺ δέ γʼ ἀρχαῖος.διὰ σὲ δὲ φοιτᾶνοὐδεὶς ἐθέλει τῶν μειρακίων·καὶ γνωσθήσει ποτʼ Ἀθηναίοιςοἶα διδάσκεις τοὺς ἀνοήτους.αὐχμεῖς αἰσχρῶς.σὺ δέ γʼ εὖ πράττεις.καίτοι πρότερόν γʼ ἐπτώχευες,Τήλεφος εἶναι Μυσὸς φάσκων,ἐκ πηριδίουγνώμας τρώγων Πανδελετείους.ὤμοι σοφίας —ὤμοι μανίας —ἧς ἐμνήσθης —τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφειλυμαινόμενον τοῖς μειρακίοις.οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴκαὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.παύσασθε μάχης καὶ λοιδορίας.ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρουςἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴνπαίδευσιν, ὅπως ἂν ἀκούσας σφῷνἀντιλεγόντοιν κρίνας φοιτᾷ.δρᾶν ταῦτʼ ἐθέλω.κἄγωγʼ ἐθέλω.