ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,ἁμαξίδας τε σκυτίνας ἠργάζετο,κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.ἐγὼ δʼ ἀπέσομαι.τοῦτό νυν μέμνησʼ, ὅπωςπρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.χώρει δευρί, δεῖξον σαυτὸντοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼςἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.ἀπολεῖς σύ; τίς ὤν;λόγος.ἥττων γʼ ὤν.ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττωφάσκοντʼ εἶναι.τί σοφὸν ποιῶν;γνώμας καινὰς ἐξευρίσκων.ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶτοὺς ἀνοήτους.οὔκ, ἀλλὰ σοφούς.ἀπολῶ σε κακῶς.εἰπὲ τί ποιῶν;τὰ δίκαια λέγων.ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.οὐκ εἶναι φῄς;φέρε γὰρ ποῦ ʼστιν;παρὰ τοῖσι θεοῖς.πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺςοὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦδήσας;