ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά·γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;φέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.ἀλεκτρυόνα.καλῶς γε. ταυτηνὶ δὲ τί;ἀλεκτρυόνʼ.ἄμφω ταὐτό; καταγέλαστος εἶ.μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖνἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰεἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶπιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶἄκοντʼ ἀναπείσας.νηπύτιος γάρ ἐστʼ ἔτι,καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατοκαὶ τοῖσι χείλεσιν διερρυηκόσιν.πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης