οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας.ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξωνμόνας θεῶν; ὡςἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶνὅσʼ ἂν κελεύῃς.σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένουγνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι.οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς·ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας.ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.ἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας,τὸν Δία νομίζειν ὄντα τηλικουτονί.τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν;ἐνθυμούμενοςὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.ἰδού· τί ἔστιν;ὤμοσας νυνὶ Δία.ἔγωγʼ.ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.ἀλλὰ τίς;Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.αἰβοῖ τί ληρεῖς;ἴσθι τοῦθʼ οὕτως ἔχον.τίς φησι ταῦτα;Σωκράτης ὁ Μήλιοςκαὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθαςὥστʼ ἀνδράσιν πείθει χολῶσιν;εὐστόμεικαὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺςκαὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίαςἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ