ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς;Φειδιππίδη Φειδιππίδιον.τί ὦ πάτερ;κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.ἰδού. τί ἔστιν;εἰπέ μοι, φιλεῖς ἐμέ;νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,ὦ παῖ πιθοῦ.τί οὖν πίθωμαι δῆτά σοι;ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.λέγε δή, τί κελεύεις;καί τι πείσει;πείσομαινὴ τὸν Διόνυσον.δεῦρό νυν ἀπόβλεπε.ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸνλέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.εἰσὶν δὲ τίνες;οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόναςτοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.ἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοιτοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ