ἐλθὼν διδάσκου.καὶ τί σοι μαθήσομαι;εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,νικᾶν λέγοντά φασι τἀδικώτερα.ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶνοὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖντοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέηςἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαιαὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺςλόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδραἀπεριμερίμνως τὴν θύραν λελάκτικαςκαὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτηςψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦνἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.πῶς δῆτα διεμέτρησε;δεξιώτατα.