ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.φεῦ.εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς,ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίοςεὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέουςἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων,δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶπρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.διὰ τί δῆτα κλαύσομαι;ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί,ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα·ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳκοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο,ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν,ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην,ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦμίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.