ὑψικέρατα πέτραν,ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχειςοἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸςαἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,Παρνασσίαν θʼ ὃς κατέχωνπέτραν σὺν πεύκαις σελαγεῖΒάκχαις Δελφίσιν ἐμπρέπων,κωμαστὴς Διόνυσος.ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα,ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι,πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναιὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν,ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν.ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέραςοὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτεἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολοςτῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶντὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεταικατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέραοὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδέναοὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνωνταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴναὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.ἰδού.ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν