ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτεὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρονἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.οὐδὲν λέγεις ὦνθρωπε.περίδου νυν ἐμοί,εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶνκατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.εἰπὲ δή.τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.ἀγρεῖος εἶ καὶ σκαιός.οὐ γὰρ ᾠζυρὲτούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.τί δαί;ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖςἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.πῶς δὴ φέρʼ;ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνουδιαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπονἄρρενα καλεῖς θήλειαν οὖσαν.