Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω·ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.ὑψιμέδοντα μὲν θεῶνΖῆνα τύραννον ἐς χορὸνπρῶτα μέγαν κικλήσκω·τόν τε μεγασθενῆ τριαίνης ταμίαν,γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼΑἰθέρα σεμνότατον βιοθρέμμονα πάντων·τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροιςἀκτῖσιν κατέχειγῆς πέδον μέγας ἐν θεοῖςἐν θνητοῖσί τε δαίμων.ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδοςμηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόναἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομενκἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς·ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιοςτὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσαςοὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαντῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺςἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν·ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆςεἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξΔήλιε Κυνθίαν ἔχων