πράγμασιν χρωτίζεταικαὶ σοφίαν ἐπασκεῖ.ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρωςτἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺςκαὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοιἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶνἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαιτοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδίαζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς·γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲνοὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένονἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως·οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν,οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳτύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα,οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ,ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων,ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα,κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ.οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσενἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν