ἦ μνημονικὸς εἶ;δύο τρόπω νὴ τὸν Δία·ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.πῶς οὖν δυνήσει μανθάνειν;ἀμέλει καλῶς.ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸνπερὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;τύπτομαι,ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.ἴθι νυν κατάθου θοἰμάτιον.ἠδίκηκά τι;οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.κατάθου. τί ληρεῖς;εἰπὲ δή νύν μοι·τὸ τί;ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶἀνύσας τι δευρὶ θᾶττον;ἐς τὼ χεῖρέ νυνδός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼεἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείαςοὕνεκα ταύτης.εὐτυχία γένοιτο τἀνθρώπῳ,ὅτι προήκωνἐς βαθὺ τῆς ἡλικίαςνεωτέροις τὴν φύσιν αὑτοῦ