δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζειδιὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν.νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονταιτουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσινπαρέχω, τύπτειν πεινῆν διψῆναὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,εἴπερ τὰ χρέα διαφευξοῦμαι,τοῖς τʼ ἀνθρώποις εἶναι δόξωθρασὺς εὔγλωττος τολμηρὸς ἴτηςβδελυρὸς ψευδῶν συγκολλητὴςεὑρησιεπὴς περίτριμμα δικῶνκύρβις κρόταλον κίναδος τρύμημάσθλης εἴρων γλοιὸς ἀλαζὼνκέντρων μιαρὸς στρόφις ἀργαλέοςματιολοιχός·ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες,δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,κεἰ βούλονταινὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴντοῖς φροντισταῖς παραθέντων.λῆμα μὲν πάρεστι τῷδέ γʼοὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡςταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκεςἐν βροτοῖσιν ἕξεις.τί πείσομαι;τὸν πάντα χρόνον μετʼ ἐμοῦζηλωτότατον βίον ἀνθρώπων διάξεις.ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼὄψομαι;ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖνπράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰςἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.