τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησενοὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέωνκαὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκηςῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισινὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼτὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστινἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων,μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνηςκαὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσειςἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.