πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.τί λέγεις σύ;ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.αὗται βροντῶσι κυλινδόμεναι.τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαιεἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.Δῖνος; τουτί μʼ ἐλελήθειν,ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;φέρε τουτὶ τῷ χρὴ πιστεύειν;ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθηςτὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακταιχὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;