νὴ Δίʼ εἴπερ ἔστι γε.καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,ταῖς ἡμετέραισι δαίμοσιν;μάλιστά γε.κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.ἰδοὺ κάθημαι.τουτονὶ τοίνυν λαβὲτὸν στέφανον.ἐπὶ τί στέφανον; οἴμοι Σώκρατεςὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένουςἡμεῖς ποιοῦμεν.εἶτα δὴ τί κερδανῶ;λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.ἀλλʼ ἔχʼ ἀτρεμί.μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.ἀέναοι Νεφέλαιἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέοςὑψηλῶν ὀρέων κορυφὰς ἐπὶδενδροκόμους, ἵνατηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,καὶ ποταμῶν ζαθέων κελαδήματα,καὶ πόντον κελάδοντα βαρύβρομον·ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖταιμαρμαρέαις ἐν αὐγαῖς.