ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριονἀθανάτας ἰδέας ἐπιδώμεθατηλεσκόπῳ ὄμματι γαῖαν.ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖνπρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.παρθένοι ὀμβροφόροιἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶνΚέκροπος ὀψόμεναι πολυήρατον·οὗ σέβας ἀρρήτων ἱερῶν, ἵναμυστοδόκος δόμοςἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,οὐρανίοις τε θεοῖς δωρήματα,ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,καὶ πρόσοδοι μακάρων ἱερώταται,εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,παντοδαπαῖς ἐν ὥραις,ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,εὐκελάδων τε χορῶν ἐρεθίσματα,καὶ μοῦσα βαρύβρομος αὐλῶν.πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗταιαἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσινκαὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσαςἡσυχῇ αὐτάς.φέρε ποῦ; δεῖξον.χωροῦσʼ αὗται πάνυ πολλαὶδιὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.τί τὸ χρῆμα;ὡς οὐ καθορῶ.