αὐτός.τίς αὐτός;Σωκράτης.ὦ Σώκρατες.ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.ὦ Σώκρατες,ὦ Σωκρατίδιον.τί με καλεῖς ὦφήμερε;πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;οὐ γὰρ ἄν ποτεἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδαλεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.τί φῄς;ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.ἦλθες δὲ κατὰ τί;βουλόμενος μαθεῖν λέγειν.ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτωνἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂνπράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶἡμῖν νόμισμʼ οὐκ ἔστι.τῷ γὰρ ὄμνυτʼ; ἢσιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶςἅττʼ ἐστὶν ὀρθῶς;