ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμηνἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατετὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτηἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.Ζεὺς γάρ τις ἔστιν;ἔστιν.οὐκ ἔστʼ, οὔκ, ἐπεὶΔῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμηνδιὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιοςὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα,ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοιμηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχεἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴνδιωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαντῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριοντὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκηνἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.ἰοὺ ἰού.σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.ἄνθρωπε, τί ποιεῖς;ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢδιαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;