οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.ἀπολεῖς ἀπολεῖς.τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρμετρίως τό γε τήμερον ἡμῖν.