ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσινἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.καὶ πῶς;ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν,σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν.ἢν δὲ μὴ γένηται,μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια·κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.ἀπὸ γὰρκαὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.τί φῄς, τί φῂς σύ;τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.τί δʼ ἢν ἔχων τὸν ἥττωλόγον σε νικήσω λέγωντὴν μητέρʼ ὡς τύπτειν χρεών;τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,οὐδέν σε κωλύσει σεαυτὸνἐμβαλεῖν ἐς τὸ βάραθρονμετὰ Σωκράτουςκαὶ τὸν λόγον τὸν ἥττω.ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰγνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,