βοῶντα καὶ κεκραγόθʼ ὅτιχεζητιῴην, οὐκ ἔτληςἔξω ʼξενεγκεῖν ὦ μιαρὲθύραζέ μʼ, ἀλλὰ πνιγόμενοςαὐτοῦ ʼποίησα κακκᾶν.οἶμαί γε τῶν νεωτέρων τὰς καρδίαςπηδᾶν ὅ τι λέξει.εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένοςλαλῶν ἀναπείσει,τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂνἀλλʼ οὐδʼ ἐρεβίνθου.σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰπειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν·νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστινἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.εἰπὲ δή μοι,οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίωςτύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς;φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτονὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸνθεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;