ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγετουτὶ τί ἔστι;τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί,ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.οὐκ ἄρʼ ἀποδώσεις;οὐχ ὅσον γέ μʼ εἰδέναι.οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖςἀπὸ τῆς θύρας;ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτιθήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.ἰώ μοί μοι.ἔα.τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι πουτῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;ἀνὴρ κακοδαίμων.κατὰ σεαυτόν νυν τρέπου.ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγεςἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματατὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.τὰ ποῖα ταῦτα χρήμαθʼ;ἁδανείσατο.κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.τί δαί;τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,εἰ μὴ ʼποδώσεις τἀργύριον.κάτειπέ νυν,