ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτωνἕλκω σε κλητεύσοντα, καὶ γενήσομαιἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —τίς οὑτοσί;ἐς τὴν ἕνην τε καὶ νέαν.μαρτύρομαι,ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενοςτὸν ψαρὸν ἵππον.ἵππον; οὐκ ἀκούετε;ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατοΦειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺςἵνʼ ἂν κελεύσω ʼγώ σε;τοὺς ποίους θεούς;τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.νὴ Δίακἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.οἴμʼ ὡς καταγελᾷς.ἓξ χοᾶς χωρήσεται.οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺςἐμοῦ καταπροίξει.θαυμασίως ἥσθην θεοῖς,καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,ἀπόπεμψον ἀποκρινάμενος.ἔχε νυν ἥσυχος.ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.τί σοι δοκεῖ δράσειν;ἀποδώσειν μοι δοκεῖ.