πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δίαὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιονἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκονἀπόδοτε·τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέρανπλέον πλέον τἀργύριον ἀεὶ γίγνεταιὑπορρέοντος τοῦ χρόνου;καλῶς λέγεις.τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονανυνὶ νομίζεις ἢ πρὸ τοῦ;μὰ Δίʼ ἀλλʼ ἴσην.οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.κᾆτα πῶςαὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεταιἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;φέρε μοι τὸ κέντρον.ταῦτʼ ἐγὼ μαρτύρομαι.ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;ᾄξεις; ἐπιαλῶκεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼαὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰργέρων ὅδʼ ἐρασθεὶςἀποστερῆσαι βούλεταιτὰ χρήμαθʼ ἁδανείσατο·κοὐκ ἔσθʼ ὅπως οὐ τήμερονλήψεταί τι πρᾶγμʼ, ὃ τοῦτονποιήσει τὸν σοφιστὴν ἴσως,ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερπάλαι ποτʼ †ἐπεζήτει†