ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπωςμίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο.οὐκ ἂν γένοιτο;πῶς γάρ; εἰ μή πέρ γʼ ἅμααὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.καὶ μὴν νενόμισταί γʼ.οὐ γάρ, οἶμαι, τὸν νόμονἴσασιν ὀρθῶς ὅ τι νοεῖ.νοεῖ δὲ τί;ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέραςἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ;ἵνʼ ὦ μέλεπαρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷπρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή,ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν·ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι,ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.μάκαρ ὦ Στρεψίαδες,αὐτός τʼ ἔφυς ὡς σοφὸςχοἶον τὸν υἱὸν τρέφεις,φήσουσι δή μʼ οἱ φίλοιχοἰ δημόταιζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε