ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει,εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.παῖ, ἠμί, παῖ παῖ.Στρεψιάδην ἀσπάζομαι.κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγονἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.μεμάθηκεν.εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.βοάσομαί τἄρα τὰν ὑπέρτονονβοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάταιαὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,οἷος ἐμοὶ τρέφεταιτοῖσδʼ ἐνὶ δώμασι παῖς,ἀμφήκει γλώττῃ λάμπων,πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,λυσανίας πατρῴων μεγάλων κακῶν·ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,ἄιε σοῦ πατρός.ὅδʼ ἐκεῖνος ἀνήρ.ὦ φίλος ὦ φίλος.ἄπιθι συλλαβών.ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸςκἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριονἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖνἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.φοβεῖ δὲ δὴ τί;τὴν ἕνην τε καὶ νέαν.