τί δῆτʼ ἐρεῖς;ἡττήμεθʼ· ὦ κινούμενοιπρὸς τῶν θεῶν δέξασθέ μουθοἰμάτιον, ὡςἐξαυτομολῶ πρὸς ὑμᾶς.τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼνβούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπωςεὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτεραοἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθονστόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.χωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸνὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι.πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς,ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν.ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου.ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι,ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγουςτὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεταικἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶνδέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν,κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου,ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτεοὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με