κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼνἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτουςφρόντισμα;ποῖον; ἀντιβολῶ κάτειπέ μοι.ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιοςὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδαςκατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδοςστενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴνβίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενοντὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.ὦ τρισμακάριος τοῦ διεντερεύματος.ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκηνὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθηὑπʼ ἀσκαλαβώτου.τίνα τρόπον; κάτειπέ μοι.ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺςκαὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότοςἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφρανκάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼνἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.