κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴςοὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος.σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπανταἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι,παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης·ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶνχρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν,ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν,κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;σιγήσομαι. τί δʼ ἄλλο;φέρε δή μοι φράσον·συνηγοροῦσιν ἐκ τίνων;ἐξ εὐρυπρώκτων.πείθομαι.τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;ἐξ εὐρυπρώκτων.εὖ λέγεις.δημηγοροῦσι δʼ ἐκ τίνων;ἐξ εὐρυπρώκτων.ἆρα δῆτʼἔγνωκας ὡς οὐδὲν λέγεις;καὶ τῶν θεατῶν ὁπότεροιπλείους σκόπει.καὶ δὴ σκοπῶ.τί δῆθʼ ὁρᾷς;πολὺ πλείονας νὴ τοὺς θεοὺςτοὺς εὐρυπρώκτους· τουτονὶγοῦν οἶδʼ ἐγὼ κἀκεινονὶκαὶ τὸν κομήτην τουτονί.