ἢν Κλέων ἀπόληται.καίτοι πρεσβυτέρων τινῶνοἵων ἀργαλεωτάτωνἐν τῷ δείγματι τῶν δικῶνἤκουσʼ ἀντιλεγόντων,ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐντῇ πόλει μέγας, οὐκ ἂν ἤστηνσκεύη δύο χρησίμω,δοῖδυξ οὐδὲ τορύνη.ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυμάζωτῆς ὑομουσίαςαὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱπαῖδες οἳ ξυνεφοίτων,τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαιθαμὰ τὴν λύραν,ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν·κᾆτα τὸν κιθαριστὴνὀργισθέντʼ ἀπάγειν κελεύειν,ὡς ἁρμονίαν ὁ παῖςοὗτος οὐ δύναται μαθεῖνἢν μὴ Δωροδοκιστί.ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.ταυτὶ τί ἔστι;λόγια.πάντʼ;ἐθαύμασας;καὶ νὴ Δίʼ ἔτι γέ μοὔστι κιβωτὸς πλέα.ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;οὑμοὶ μέν εἰσι Βάκιδος.οἱ δὲ σοὶ τίνος;Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.εἰσὶν δὲ περὶ τοῦ;περὶ Ἀθηνῶν, περὶ Πύλου,περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.οἱ σοὶ δὲ περὶ τοῦ;περὶ Ἀθηνῶν, περὶ φακῆς,περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,