ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.σὺ δʼ ὦ Παφλαγὼν φάσκων φιλεῖν μʼ ἐσκορόδισας.καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτιἐμοὶ ταμιεύσεις.ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖἐμοῦ πανουργότερός τις ἀναφανήσεται.οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶοὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,ἀλλʼ ἢ οὐ καθορῶ.φέρʼ ἴδω τί σοι σημεῖον ἦν;δημοῦ βοείου θρῖον ἐξωπτημένον.οὐ τοῦτʼ ἔνεστιν.οὐ τὸ θρῖον; ἀλλὰ τί;λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.αἰβοῖ τάλας.τί ἔστιν;ἀπόφερʼ ἐκποδών.οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.μὴ δῆτά πώ γʼ ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.καὶ τῶν ἐμῶν νυν.ἀλλʼ ἐὰν τούτῳ πίθῃ,μολγὸν γενέσθαι δεῖ σε.κἄν γε τουτῳί,ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖχώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδαἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματοςχρυσοῦ διώξει Σμικύθην καὶ κύριον.καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶαὐτῶν ἀκούσῃ.πάνυ γε. καὶ σύ νυν φέρε.ἰδού.ἰδοὺ νὴ τὸν Δίʼ· οὐδὲν κωλύει.ἥδιστον φάος ἡμέραςἔσται τοῖσι παροῦσι καὶτοῖσι δεῦρʼ ἀφικνουμένοις,