περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλωνἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα,ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼςσοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·σοὶ δʼ εἶπε σῴζεσθαί μʼ ὁ Φοῖβος τὸν κύνα.οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶνἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸννύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖταιὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.ταῦτʼ οἶσθʼ ὅ τι λέγει;μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;