ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸναὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίανπληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνωναὐταῖς διαβολαῖς.ὦ κακόδαιμον πῶς ἔχεις;κακῶς καθάπερ σύ.δεῦρο δὴ πρόσελθʼ, ἵναξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινασωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;τίς οὖν γένοιτʼ ἄν;λέγε σύ.σὺ μὲν οὖν μοι λέγε,ἵνα μὴ μάχωμαι.μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτεεἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.καὶ δὴ λέγω μόλωμεν.ἐξόπισθε νῦναὐτὸ φάθι τοῦ μόλωμεν.αὐτό.πάνυ καλῶς.ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγετὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.ἢνοὐχ ἡδύ;νὴ Δία· πλήν γε περὶ τῷ δέρματιδέδοικα τουτονὶ τὸν οἰωνόν.τί δαί;ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.