ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμιτἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.ἐμοῦ μὲν οὖν.ἐμοῦ μὲν οὖν.ἐγώ σε ποιήσω τριηραρχεῖνἀναλίσκοντα τῶνσαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,εἰς ἣν ἀναλῶν οὐκ ἐφέξειςοὐδὲ ναυπηγούμενος·διαμηχανήσομαί θʼ ὅπωςἂν ἱστίον σαπρὸν λάβῃς.ἁνὴρ παφλάζει, παῦε παῦʼ,ὑπερζέων· ὑφελκτέοντῶν δᾳδίων ἀπαρυστέοντε τῶν ἀπειλῶν ταυτῃί.δώσεις ἐμοὶ καλὴν δίκηνἰπούμενος ταῖς ἐσφοραῖς.ἐγὼ γὰρ ἐς τοὺς πλουσίουςσπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.ἐγὼ δʼ ἀπειλήσω μὲν οὐδέν,εὔχομαι δέ σοι ταδί·τὸ μὲν τάγηνον τευθίδωνἐφεστάναι σίζον· σὲ δὲγνώμην ἐρεῖν μέλλοντα περὶΜιλησίων καὶ κερδανεῖντάλαντον, ἢν κατεργάσῃ,σπεύδειν ὅπως τῶν τευθίδωνἐμπλήμενος φθαίης ἔτʼ εἰςἐκκλησίαν ἐλθών· ἔπειταπρὶν φαγεῖν ἀνὴρ μεθήκοι,καὶ σὺ τὸ τάλαντον λαβεῖνβουλόμενος ἐσθίωνἐναποπνιγείης.εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.κἀμοὶ δοκεῖ· καὶ τἄλλα γʼ εἶναι καταφανῶςἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου