ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶνἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦταῖς ἐμβάσιν φάσκων φιλεῖν;οὐ δῆτα μὰ τὸν Ἀπόλλω.ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοιζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστονεὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστιςἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖνπαῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνουςοὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτονοὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσαςχειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοιοὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸνπροσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.ἰαιβοῖ.οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνοντοῦ σιλφίου τὸν ἄξιον γενόμενον;οἶδα μέντοι.ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳβδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.ἀλλʼ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν