οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼαἱρήσω γʼὼ τρεῖς μυριάδας.τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,μιαρώτατος ὢν περὶ τὸν δῆμοντὸν Ἀθηναίων; καί σʼ ἐπιδείξωνὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,δωροδοκήσαντʼ ἐκ Μυτιλήνηςπλεῖν ἢ μνᾶς τετταράκοντα.ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδʼ ἐποίσεις,μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξειςτἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστεἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίαςταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃτὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶννεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαικαὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντεςτὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρεὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇςἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢνἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲνἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.