κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆςδύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.ἴωμεν ἐς τὸν δῆμον.οὐδὲν κωλύει·ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.ὦ Δῆμε δεῦρʼ ἔξελθε.νὴ Δίʼ ὦ πάτερἔξελθε δῆτʼ.ὦ Δημίδιον ὦ φίλτατονἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;τὴν εἰρεσιώνην μου κατεσπαράξατε.τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;διὰ σὲ τύπτομαιὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.τιή;ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.σὺ δʼ εἶ τίς ἐτεόν;ἀντεραστὴς τουτουί,ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοιςκαὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.εὖ γὰρ ποιῶ τὸν δῆμον.εἰπέ νυν τί δρῶν;ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίουἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίανὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοιεὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.