ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρωνοἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτουςὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρκἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺτοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃεὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαιβέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶςἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξαἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.