ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ·ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματαἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ μεἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅληνὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαιςμείζοσι κεκασμένονκαὶ δόλοισι ποικίλοιςῥήμασίν θʼ αἱμύλοις.ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζετἀπίλοιπʼ ἄριστα·συμμάχους δʼ ἡμᾶς ἔχων εὔνουςἐπίστασαι πάλαι.καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγωἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίωκἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.