ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοιὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλοςτὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότοςὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.κράτιστον οὖν νῷν ἀποθανεῖν.ἀλλὰ σκόπει,ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότεπλουτοῦσι διαπράττουσι νικῶσιν δίκαςεὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσωβουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθενκλέπτων τὸν οἶνον.εἰπέ μοι Παφλαγὼν τί δρᾷ;ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανοςῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺνσπονδήν.