κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.† ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;ἔγωγε.ποίῳ χρώμενος τεκμηρίῳ;ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότηςἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,Δῆμος πυκνίτης, δύσκολον γερόντιονὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,πανουργότατον καὶ διαβολώτατόν τινα.οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότηνᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτακοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσαςὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃΠαφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦμᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,πανουργότατά πως περιδραμὼν ὑφαρπάσαςαὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότηνἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχωνδειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυςψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθαἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέταςαἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.