λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.εἴπʼ, ἀντιβολῶ, τί ἔστι;τοὺς χρησμοὺς ταχὺκλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,ἕως καθεύδει.ταῦτʼ. ἀτὰρ τοῦ δαίμονοςδέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,ὅνπερ μάλιστʼ ἐφύλαττεν.ὦ σοφώτατε.φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖνἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.ἰδού. τί φησʼ ὁ χρησμός;ἑτέραν ἔγχεον.ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;ὦ Βάκι.τί ἔστι;δὸς τὸ ποτήριον ταχύ.πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;τιή;ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.καὶ πῶς;ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγειὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτεροςαὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.