νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότεφωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοιἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼντὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγαἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρωνεὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασααὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄραοἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναιςεὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,διακοσίαισι βουσὶν ὑπερηκόντισα,τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσαεὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγειπύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλεᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν