ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροιταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαιμήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγωνἐργασάμενʼ, εἴθʼ ἐπέλθοιςἅπαντά μοι σαφῶς·ὡς ἐγώ μοι δοκῶκἂν μακρὰν ὁδὸν διελθεῖνὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστεθαρρήσας λέγʼ, ὡς, ἅπαντεςἡδόμεσθά σοι.καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπητερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγωνπιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένηἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγουςκαὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,