καὶ βαρυδαιμονούντων,δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦδελφίνων μεδέων Σουνιάρατε,ὦ Γεραίστιε παῖ Κρόνου,Φαρμίωνί τε φίλτατʼ ἐκτῶν ἄλλων τε θεῶν Ἀθηναίοιςπρὸς τὸ παρεστός.εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτιἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷπανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼνἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷςτῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλειπροῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.Ὦ πολιοῦχε Παλλάς, ὦτῆς ἱερωτάτης ἁπασῶνπολέμῳ τε καὶ ποιηταῖςδυνάμει θʼ ὑπερφερούσηςμεδέουσα χώρας,δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴνἐν στρατιαῖς τε καὶ μάχαιςἡμετέραν ξυνεργὸνΝίκην, ἣ χορικῶν ἐστιν ἑταίρατοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.νῦν οὖν δεῦρο φάνηθι· δεῖγὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃτέχνῃ πορίσαι σε νίκηνεἴπερ ποτὲ καὶ νῦν.ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματαξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.