σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,κλοπῆς δὲ πλεῖν ἢ χιλίας.ἐκ τῶν ἀλιτηρίων σέ φημιγεγονέναι τῶν τῆς θεοῦ.τὸν πάππον εἶναί φημί σουτῶν δορυφόρων —ποίων; φράσον.τῶν Βυρσίνης τῆς Ἱππίου.κόβαλος εἶ.πανοῦργος εἶ.παῖʼ ἀνδρικῶς.ἰοὺ ἰού,τύπτουσί μʼ οἱ ξυνωμόται.παῖʼ αὐτὸν ἀνδρειότατα, καὶγάστριζε καὶ τοῖς ἐντέροιςκαὶ τοῖς κόλοις,χὤπως κολᾷ τὸν ἄνδρα.ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεντεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμηνγομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμεναἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίονδιδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼνὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.